Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.45 Dem. 45.49 (English) >>Dem. 45.52

45.47πυνθάνομαι τοίνυν αὐτοὺς καὶ περὶ ὧν ἔλαχον τὴν ἐξ ἀρχῆς δίκην, ἐρεῖν καὶ κατηγορήσειν, ὡς συκοφαντήματʼ ἦν. ἐγὼ δʼ ὃν μὲν τρόπον ἐσκευωρήσατο τὴν μίσθωσιν, ὅπως τὴν ἀφορμὴν τῆς τραπέζης κατάσχοι, εἶπον καὶ διεξῆλθον ὑμῖν, ὑπὲρ δὲ τῶν ἄλλων οὐκ ἂν οἷός τʼ εἴην λέγειν ἅμα καὶ τούτους ἐλέγχειν περὶ τῆς μαρτυρίας· οὐ γὰρ ἱκανόν μοι τὸ ὕδωρ ἐστίν. 45.48ὅτι δʼ οὐδʼ ὑμεῖς ἐθέλοιτʼ ἂν εἰκότως ἀκούειν περὶ τούτων αὐτῶν, ἐκεῖθεν εἴσεσθε, ἂν λογίσησθε πρὸς ὑμᾶς αὐτούς, ὅτι οὔτε νῦν ἐστιν χαλεπὸν περὶ ὧν μὴ κατηγόρηται λέγειν, οὔτε <τότε> ψευδεῖς ἀναγνόντα μαρτυρίας ἀποφεύγειν. ἀλλʼ οὐδέτερόν γε δίκαιον τούτων οὐδʼ ἂν εἷς φήσειεν εἶναι, ἀλλʼ ἐγὼ προκαλοῦμαι νῦν. σκοπεῖτε δʼ ἀκούσαντες. 45.49ἐγὼ γὰρ ἀξιῶ, οὓς μὲν ἀφείλοντό μʼ ἐλέγχους περὶ τῶν ἐγκλημάτων, οὓς προσῆκον ἦν ῥηθῆναι, μὴ ζητεῖν αὐτοὺς νῦν, αἷς δʼ ἀφείλοντο μαρτυρίαις, ὡς εἰσὶν ἀληθεῖς, δεικνύναι. εἰ δʼ ὅταν μὲν τὴν δίκην εἰσίω, τὰς μαρτυρίας μʼ ἐλέγχειν ἀξιώσουσιν, ὅταν δὲ ταύταις ἐπεξίω, περὶ τῶν ἐξ ἀρχῆς ἐγκλημάτων λέγειν με κελεύσουσιν, οὔτε δίκαιʼ οὔθʼ ὑμῖν συμφέροντʼ ἐροῦσιν. 45.50δικάσειν γὰρ ὀμωμόκαθʼ ὑμεῖς οὐ περὶ ὧν ἂν φεύγων ἀξιοῖ, ἀλλʼ ὑπὲρ αὐτῶν ὧν ἂν δίωξις . ταύτην δʼ ἀνάγκη τῇ τοῦ διώκοντος λήξει δηλοῦσθαι, ἣν ἐγὼ τούτῳ ψευδομαρτυρίων εἴληχα. μὴ δὴ τοῦτʼ ἀφεὶς περὶ ὧν οὐκ ἀγωνίζεται λεγέτω· μηδʼ ὑμεῖς ἐᾶτε, ἂν ἄρʼ οὗτος ἀναισχυντῇ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.45 Dem. 45.49 (English) >>Dem. 45.52

Powered by PhiloLogic